( οοσίς

ΤῊΪ5 ἰδ αἰ 5 Ἰ[8] οορν οἵ ΒΟΟΚ [Πδ] ννὰβ ργοβογνοι [ὉΓ βο πογδι!οη5 οἡ ΠΌΓΑΓν 5ΠΟΙνο 5 ὈΘΙΌΓΟ Ἰξ νυ 5 ΘΔΓΟΓΠν βοαπηοα Ὀν ΟΟΟρ]ο ἃ5 ρᾶτί οἵ ργοΐθοι ἴοὸ πιᾶκο [ἢ νου! 5. ῬΟΟΚ5 (ἰἸβοονογαθ]ς οπ]Ϊπο.

Τι Πὰ5 βιιγνῖνοα Ιοπρ ὁποιιρῇ [ῸΓ [πο ΘΟργγίρῃι το ΟΧρίγο 8Π6 (ΠῸ ΒΟΟΚ ἴο οπίογ {πὸ ρα ΠΟ ἀοπγαΐπ. Α ΡΌΡΙο ἀοπηαίη ΒΟΟΚ 15 ὁπὸ {Πδι ννὰβ πονογ βιδήθοι ἴο οορυτίρἢϊ οΓ νΠοβο ΙΘρᾺ] ΘΟρυγΙρῃϊ ἴογπὶ Πὰ5 οχρίγοα, ΔΝ ΠΟΙΠΟΓ ΒΟΟΚ 15 ἴῃ [ΠῸ ΡΌΡΠΟ ἀοπηαη πλὰν νΆΓΥ ΘΟΙΠΙΓΥ [0 ΘΟμπίγν. ΡῈ]1ο ἀοπηαίη ΒΟΟΚ5. ΓΟ ΟἿΓ βαίονναγϑ ἴ0 [Π0 ραβδί. γοργοβοηιίηρ ϑνθΆ Οἵ ΠΙβίογυ. οὐ]ίιτο ἀπ Κπον]οάρο {Πᾶ1᾿5 οἴϊοη (Ποῖ τὸ ἀἰβοονοτ.

Μᾶγκβ, ποίδιϊοηβ ἃΠᾺ4 Οἴ ΠΟΥ Π]ΔΓΡῚ ΠΑΠ1ὰ ργοβοηΐ ἴῃ [ΠΟΥ ΒΊΠΔ] ΝΟ πιο νν}}} ἀρροὰγ ἴῃ (ἢ15 ΠΙΟ - το πη πο ΟΥ̓ (Π15 ΒΟΟΚ᾽ 5 ΙοηΡ Ἰοιγπον ἴτοπι (ῃς ῬΌΡΙΒΠΟΓ τὸ ΠΠΌΓαγν ἃΠ4 ΠΠΑΠ]Υ ἰὸ γοιι.

ἴϑαρε βιυ ο! πε5 Οὔὐοριῖο 15 ργουα [0 ρδγίπογ νυ] ΠΡγα 5 τὸ ἀἸρῚΖο ρα Π1ο ἀοπιδῖη πιδίογ!ἃ]5 ἃΠα πηᾶΚο [ΠῸΠῈ νυ] ἀοἸν Δοοοββ 16. ῬΌΡΠ]Ο ἀοπγαὶη ΒΟΟΚ5 ὈΟΙΟηρ ἴὸ (ῃς.

ῬΌδΙΪς ἃΠα νν ἃγο ΠΊΟΓΟΙΎ {ΠΟῚΓ ΟμβιοαἸᾶη5. ΝΟνΟΓ ΠΟΙ 55, [Π15 νΟγΚ 15 Οχροηβῖνο, 50 ἴῃ Ἵγάου 0 ΚΘῸρ ργον! πρὶ (Π15 γοβοιγοο, ννο Πᾶνο (Κη βίορβ ἴὸ Ῥτγονοηΐ ἄθιιδο ὈῪ ΘΟΠΙΠΊΟΓΟΙΔΙ ραγΪο 5, ἱπο! μα Ἰηρ ΡΙΔοΙηρ ΤΘΟΠΠΙΟΔ] γοβιγ οι ἢ5 Οἡ δι οπγαίοα αμογγίηρ.

Δ 150 δβΚ {Πᾶΐ γοιι:

Μακε ποη- ομιηιθγοὶαὶ τι56 Οὗ 16 ]65 Νς ἀσβίρποα Οοόρ!ς ΒΟῸΚ ϑοάγοῃ [ῸΓ το Ὀ. ἱπα ν] ἀι8] Ῥοβοηδὶ, ΠΟη-ΟΟΠΊΠΊΟΓΟΪΔΙ ριΓρΟΒ085.

ἈΠ4 ννῈ τοαιοϑβί [Πα γοιι τβ6 (Ποβς Π]Ο5 [ὉΓ

Κεῤγαίη ΠΌπι απτοπταῖθα ψιθγγίηρ ΤῸ ποί 50Π6 διιοπιαίοα αιογίοβ οἵ ἂην βοτί ἰὸ ΘΟ Ρ Θ᾽ 5 βυβίοπη: ΠῚ γοῖι ἅγὸ οοπα ποι Γοβθάγοῃ ΟἹ πη Πίπο. ττηδηβ]ίοη, Ορεϊοα] ΟΠαγδοίογ ΓΟ οορ ΠΠΟῚ ΟΥ ΟΙ ΠΟΙ ἀγοὰβ νυ ΠΟ ἃροΟ 55 (0 Ιᾶγρο ἃπηοιηΐ Οἵ τοχὶ 15 ΠΟΙΡΓ], ΡΙοάβο οοπίδοι τι5. ΝΥίς ὁποοιγαρο (ΠῸ ἀιδο Οἵ ριδ] 1. ἀοπγαίῃ πηδίο γα }5 [ῸΓ [Πο56 ρι!ΠΡΟ565 ΔΠᾺ πηὰν δ 806 ἴὸ ΠΟΙρ.

Μαϊπιαϊΐη αἰγὶ ριΠοη Τῆς ΟΟΟρο “να ογπηαγκ᾽᾿ γοῖι 566 Οη ΘΔΟἢ ΠΙῸ 15 ΘβΒΟΠΕ18] [ὉΓ ΠΙΌΓΠΉΪ Πρ ρΘΟρΙΟ ἃθοιι {Π|5 ργο]θοῖ ἀπα ΠοΙρίπρ πο πὶ ἢπα ΔαΘΙΙΟΠΑ] πηδίογί]5 [πγοιιρῃ ΟΌΟρΡ]ο ΒΟΟΚ ϑράγοῃ. ΡΊοαβο 40 ποί γοπηονὸ Ἰ{.

ΚΘῸΡ ἱἰ ἰόραὶ ΜΝ ΠΝαΐονου γι τιβο, ΓΟΠΙΘΠΊΒΟΥ {Πα γοῖϊ ἃΓῸ ΤΟΒΡΟΠΒΙΒΙΟ [ῸΓ Θηβυγίηρ {Πὰὶ νυ δὶ γοιι ἄγο ἀοηρ ἰ5 ΙθρΆ]. [0 ποῖ ἀββιιπηο (Παΐ {5 Ὀροδιιβο ννο ΒΟ ίονο ΒΟΟΚ [5 ἴῃ ἴΠ ρΌΡΙ1Ο ἀοπηαίη [ῸΓ πιβογβ ἴῃ ἴῃς ὈΠπΊιοα Βιαίο5, (παΐ νου 15 150 ἴῃ (ῃς ρῈ]1ο ἀοπηαίη [ὉΓ ᾿βοΓβ ἴῃ Οἵ Ποῦ οοιηίῆοδ. Δ ΠΟΙΠΟΓ ΒΟΟΚ [5 5{ΠΠ] ἴῃ σορυγίρῃϊ νάγίο 5 ἔΓΟΠῚ ΟΟΙΠΙΓΥ [0 ΘΟμΠίΓγ, ἈΠ ννο ολη ΟἸΤΟΓ συϊάδπος οἡ νυ ΠΟΙ ΠΟΙ ἂηγ Βρθοῖῆο τ5 οἵ ὯΠΥ Βρθοῖς ὈΟΟΚ ἰ5 ΔΠΠοννοα. ΡΊθαβο 40 ποί ἀββιιπις {Πᾶϊ ὈΟΟΚ᾽ 5 ἀρροάγαπος ἴῃ ΟΌΌρΙς ΒΟΟΚ ΒΘΆγΟῃ ΠηρδΠ5 1ἴ ΟΠ Ὀ6 π50(] ἴῃ ΔΠῪ ΠΊΔΠΠΟΓ ΔηγννΠοτο ἴῃ {πὸ ννογ!. (οργγῖρηι ᾿π τι προπιοπί ΠΔΌΠΠν οὰπη Ὀο αυο βονοτο.

ΑΡοιυΐ Οοορῖο ΒΟΟΚ Βθάγοῃ,

Οὐορ θ᾿ 5 πηἰβδίοη 15 [0 ὀγρδηΐζο [Π6 ννου 45. ἱπΓογπηδιοη ἃπα 0 πηᾶκο ἰΐ πΠΙ νογβ Πν ΔΟΟΘΒ5ΙΌ]6. ἃπα τ50 Ὁ]. Οὐορ!ς ΒΟΟΚ ϑθάγοῃ ΠΟΙΡΒ ποδάρια αἴβοονογ [πο νου! 5 ΒΟΟΚ5 ννΠ]]ς ΠΟΙρΙ πρὶ Διί ΠοΓβ Πα ΡΠ 5ΠῸΓΒ γοδοῃ πονν δι Ἰοποῦβ. Ὕοιι οδπ βοάγοῃ (Πγοιρῇ [πο [ὉΠ] τοχὶ Οἵ (Π]5 θΟΟΚ οἡ (ἢ ννοῦ. αἰπεερ: 7 ΈΘΟΚΞ. σοοα16. σοπι]

σον ΠΟΟΦΙΟ

4)ς

ΠΠΠΠΠΠΠΙ

3033902820

σον ΠΟΟΦΙς

ΑΒΙΒΘΒΤΟΤΕΙ15

ΟΡΕΒΑ

ἘΣ ΒΕΟΕΝΒΙΟΝΕ

ἹΜΜΑΝΌΕΙΙΒ ΒΕΚΚΕΒΙ.

ΔΟΟΚΡΟΝΤ

ΙΝΘΙΟΕΒ ΒΥΓΒΌΒΟΙΑΝΙ.

-τππ------ ΤΟΜυῦϑ5 Χ.

τι ς.».ὕ-ἕ-----

ΟΧΟΝΊῚΙ, ΤΥΡΟΘΒΑΡΗΕΟ ΑΟΘΑΡΕΜΙΟΟ.

Μμροροχχχσιι.

σον ΠΟΟΦΙς

ΑΒΙΒΤΟΤΕΙ,15

ΕῈ, ΒΕΡΌΒΙΙΟΑ Π18ΒΕῈ1 ΠΙ

(«Ξ ΟΟΝΟΜΙΟΑ

ἘΧ ΒΕΘΕΝΒΙΟΝΕ

ἹΜΜΑΝΌΕΙΙΒ ΒΕΚΚΕΒΙ.

----.««..-ὈὌ

Λοσκυῦντ' ΒΕΒΟΜΡΌΒΙΙΟΑΒΟΜ ΒΕΙΙΟΟΙΕ

ἘΧ ἘΕΡΙΤΙΟΝΕ 6. Ε. ΝΕΌΜΑΝΝ.

-πττττς..

ΟΧΟΝΙῚΙ, ΤΥΡΟΘΒΑΡΗΕΟ ΑΟΑΡΕΜΙΟΟ.

ΜΡΟΟΌΧΧχυτΣ.

ΙΝΏΕΧ ΟΟΡΙΟυΜ.

-- -.-. Ο. Μαγοίδηιιβ 2οο. ψυ, Ῥαϊδιίηυβ τόο.

10, Οοἰδἰ᾽πΐδηιιβ τότ. γγνῦ, ΟἈΒτβεῖπα τερίμβο 125. Μῦ. Ματγείδπιιβ 213. ΧΡ, ψαδοδηυβ 342.

Ω5. Ιμδυγεπίίδπιβ 81 5. Ῥαγβἰθῃβὶβ 1857.

ΒΡ". 1,δυτεπείδπιυ 81 6. Ῥαιεἰθπεῖβ 1858.

8", Γιδυγεπίίδηιβ 81 21. Ῥατϊεϊθηβῖβ 2023.

Το, ὑτθίηδ 46. ῬατἸβἰθῃεὶβ 2025.

ὕν. Μαγείδηιυιβ δρρενᾶ, 4. 3. αι βιβηβὶβ 2551.

ΠΟΛΙΤΙΚΩ͂Ν Α.

᾿ἜΠΕΞΙΔΗ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινὸς ἕνεκεν συνεστηκυῖαν (τοῦ “γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν πάντα πράττουσι πάντες), δῆ- λον ὡς πᾶσαι μὲν ἀγαθοῦ τινὸς στοχάζονται, μάλιστα δέ, καὶ τοῦ κυριωτάτου πάντων, πασῶν κυριωτάτη καὶ πάσας περιέχουσα τὰς ἄλλαν’ αὕτη δ᾽ ἐστὶν καλουμένη πόλις καὶ κοινωνία πολιτική. “Ὅσοι μὲν οὖν οἴονται πολιτικὸν καὶ . βασιλικὸν καὶ οἰκονομικὸν καὶ δεσποτικὸν εἶναι τὸν αὐτόν, οὐ καλῶς Ἀέγουσιν' πλήθει “γὰρ καὶ ὀλιγότητι νομίζουσι δια- φέρειν, ἀλλ᾽ οὐκ "εἴδει τούτων ἕκαστον, οἷον ἂν μὲν ὀλίγων, δεσπότην, ἂν δὲ πλειόνων, οἰκονόμον, ἂν δ᾽ ἔτι πλειόνων, πο- λιτικὸν βασιλικόν, ὡς οὐδὲν διαφέρουσαν μεγάλην οἰκίαν μικρὰν πόλιν, καὶ πολιτικὸν δὲ καὶ βασιλικόν, ὅταν μὲν αὐ. τὸς Ῥέφεστήκῃ, βασιλικόν, ὅταν δὲ “κατὰ λόγους τῆς ἐπι- στήμης τῆς τοιαύτης, κατὰ μέρος ἄρχων καὶ ἀρχόμενος, πολιτικόν. Ταῦτα δ' οὐκ ἔστιν ἀληθῆ. Δῆλον δ᾽ ἔσται τὸ 3 λεγόμενον ἐπισκοποῦσι κατὰ τὴν ὑφηγημένην μέθοδον. "Ὡσ- περ διγὰρ ἐν τοῖς ἄλλοις τὸ σύνθετον μέχρι τῶν ἀσυνθέτων ἀνάγκη διαιρεῖν (ταῦτα "γὰρ ἐλάχιστα μόρια τοῦ παντός), οὕτω καὶ πόλιν ἐξ ὧν σύγκειται σκοποῦντες ὀψόμεθα καὶ περὶ τούτων μᾶλλον, τί τε διαφέρουσιν ἀλλήλων, καὶ εἴ τι τεχνικὸν ἐνδέχεται λαβεῖν περὶ ἕκαστον τῶν ῥηθέντων. Εὶ δή τις ἐξ ἀρχῆς τὰ πράγματα φυόμενα βλέψειεν, 2

ὥσπερ ἐν τοῖς ἄλλοις, καὶ ἐν τούτοις κάλλιστ᾽ ἂν οὕτω

Οοάϊοεβ ᾧΤΡΜΡον ΒΡ. Τὸν, νυ γγν, 4 εἴδη ΤΌ. ν ἐφεστήκει ΤΡ, κατὰ τοὺς λόγου; 10, γὰρ οτω. Μυ, « τῇ ἔτι 55. μ“" ᾿

τοι, χ. 5 »

2 ΠΟΛΙΤΙΚΩ͂Ν Α. Ῥοχιτ.

«θεωρήσειεν. ᾿Ανάγκη δὴ πρῶτον ' συνδυάζεσθαι τοὺς ἄνευ ἀλλήλων μὴ δυναμένους εἶναι, οἷον θῆλυ μὲν καὶ ἄρρεν τῆς γενέσεως ἕνεκεν (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλ᾽ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ φυτοῖς φυσικὸν τὸ θαι, οἷον αὐτό, ξ τοιοῦτον καταλιπεῖν ἕτερον), ἄρχον δὲ φύσει καὶ ἀρχόμενον διὰ τὴν σωτηρίαν" τὸ μὲν “γὰρ δυνάμενον τῇ διανοίᾳ προορᾶν ἄρχον φύσει καὶ δεσπόζον φύσει, τὸ δὲ δυ- νάμενον τῷ σώματι ταῦτα ποιεῖν ἀρχόμενον καὶ φύσει δοῦ-

ϑλον. Διὸ δεσπότῃ καὶ δούλῳ ταὐτὸ συμφέρει. Φύσει μὲν οὖν διώρισται τὸ θῆλυ καὶ τὸ δοῦλον. Οὐθὲν “γὰρ φύσις ποιεῖ τοιοῦτον οἷον χαλκοτύποι τὴν Δελφικὴν 'μάχαιραν πενιχρῶς, ἀλλ᾽ ἕν πρὸς ἕν" οὕτω “γὰρ ἂν ἀποτελοῖτο κάλ- λιστα τῶν ὀργάνων ἕκαστον, μὴ πολλοῖς ἔργοις ἀλλ᾽ ἑνὶ

«δουλεῦον. Ἐν δὲ τοῖς βαρβάροις τὸ θῆλυ καὶ δοῦλον τὴν αὐτὴν ἔχει τάξιν. Αἴτιον δ᾽ ὅτι τὸ φύσει ἄρχον οὐκ ἔχου- σιν, ἀλλὰ γίνεται κοινωνία αὐτῶν δούλης καὶ δούλον. Διό φασιν οἱ ποιηταὶ

βαρβάρων δ᾽ Ἕλληνας ἄρχειν εἰκός,

ὡς ταὐτὸ φύσει βάρβαρον καὶ δοῦλον ὄν. ᾿Ἑὶκ μὲν οὖν τού- τῶν τῶν δύο κοινωνιῶν οἰκία πρώτη, καὶ ὀρθῶς "Ἡσίοδος εἶπε ποιήσας

οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ' ἀροτῆρα'

γὰρ βοῦς ἀντ᾽ οἰκέτου τοῖς πένησίν ἐστιν. "Ἢ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὖς Κ᾿ Χαρώνδας μὲν καλεῖ 1 ὁμοσιπύους, ᾿Εἰπιμενίδης δὲ Κρὴς ᾿ ὁμοκάπους' δ᾽ ἐκ πλειόνων οἰκιῶν κοινωνία πρώτη ἀχρήσεως ἕνεκεν μὴ ἐφημέρου κώμη. Μάλιστα δὲ κατὰ φύ- σιν ἔοικεν κώμη ἀποικία οἰκίας εἶναι" οὖς καλοῦσί τινες ὁμογάλακτας παῖδάς τε καὶ παίδων παῖδας. Διὸ καὶ τὸ πρῶτον " ἐβασιλεύοντο αἱ πόλεις, καὶ νῦν ἔτι τὰ ἔθνη" ἐκ βασιλενομένων “γὰρ συνῆλθον. Πᾶσα “γὰρ οἰκία βασιλεύ- τ συνδιάζεσθαι 80. Ε τοιοῦτο Μν, Β ἄρχην ΤΌ. μάχειραν ΤΌ.

Κ χερώδας ᾧ. 1. ὁμοσιτίους οοττ. ΜῬ. τῷ ὁμοκάπνους ῬατΙ δἰετιδῖβ. 18 ς7. 5 ἐκβασιλεύοντο Ὁ.

1... ΠΟΛΙΤΊΚΩΝ Α. 3

«ται οὑπὸ τοῦ πρεσβυτάτου, ὥστε καὶ αἱ ἀποικίαι διὰ τὴν συγγένειαν. Καὶ τοῦτ᾽ ἐστὶν λέγει "Ὅμηρος, Ω τος βεμιστεύει δὲ ἕκαστον παίδων ἠδ᾽ ἀλόχων. Σποράδες γάρ' καὶ οὕτω τὸ ἀρχαῖον ᾧκουν. Καὶ τοὺς θεοὺς δὲ διὰ τοῦτο πάντες φασὶ βασιλεύεσθαι, ὅτι καὶ αὐτοὶ οἱ μὲν ἔτι καὶ νῦν, οἱ δὲ τὸ ἀρχαῖον ἐβασιλεύοντο᾽ ὥσπερ δὲ καὶ τὰ εἴδη ἑαυτοῖς ἀφομοιοῦσιν οἱ ἄνθρωποι, οὕτω καὶ τοὺς βίους τῶν θεῶν. ᾿Ἡ δ᾽ ἐκ πλειόνων κωμῶν κοινωνία τέλειος 8 πόλις, δὴ πάσης ἔχουσα πέρας τῆς αὐταρκείας ὡς ἔπος εἰπεῖν, "γινομένη μὲν οὖν τοῦ ζῆν ἕνεκεν, οὖσα δὲ τοῦ εὖ ζῆν. Διὸ πᾶσα πόλις φύσει ἐστίν, εἴπερ καὶ αἱ πρῶται Ῥκοινω- νίαι" τέλος “γὰρ αὕτη ἐκείνων, δὲ φύσις τέλος ἐστίν" οἷον 4.γὰρ ἕκαστόν ἐστι τῆς “γενέσεως τελεσθείσης, ταύτην φαμὲν τὴν φύσιν εἶναι ἑκάστον, ὥσπερ ἀνθρώπου, ἵππου, οἰκίας. Ἕτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος βέλτιστον" "ἡ δ᾽ αὐτάρκεια 9 "τέλος καὶ βέλτιστον. ᾿Εκ τούτων οὖν φανερὸν ὅτι τῶν φύσει πόλις ἐστί, καὶ ὅτι ἄνθρωπος φύσει πολιτικὸν ζῷον, καὶ ἄπολις διὰ φύσιν καὶ οὐ διὰ τύχην ἤτοι φαῦλός ἐστιν κρείττων ἄνθρωπος, ' ὥσπερ καὶ ὑφ᾽ ᾿Ομήρου λοιδο- ρηθεὶς νἀφρήτωρ, ἀθέμιστοε, ἀνέστιον,

ΚἌμα “γὰρ φύσει τοιοῦτος καὶ πολέμου ἐπιθυμητήφ, ἅτε περ το μἄζυξ ὧν ὥσπερ ἐν α πεττοῖς. ΥΔιότι δὲ πολιτικὸν ἄν- θρωπος ζῷον πάσης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον, δῆλον. Οὐθὲν “γάρ, ὡς φαμέν, μάτην φύσις ποιεῖ, λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων. ᾿᾽Ἢ μὲν οὖν φωνὴ τ᾿ τοῦ λυπηροῦ καὶ ἡδέος " ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοιφ' μέχρι "γὰρ τούτου φύσις αὐτῶν " ἐλήλυθεν, "ὥστε αἰσθάνεσθαι τοῦ λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα ση-

ὑπὲρ Β0. Ρ κοινωνίαι οἴη. ΜΡ. 4 γὰρ οἵη. ΒΡ, τ ἡ---βῶτι- στον οἵα. ΟΙΜῸ ΤΟῊῚ τιλοΣΊ καὶ τέλος 15 ὅσπερ ΒΡ, Υ ἀφήρ. τωρ ὦ, ἀφήτωρ 80. ΤΌ. σ' ἄζυξ ἀν} Ἰδουῦβτη ΟΜ ΤΡ, χ πιτοῖς Μῦ. Υ διὰ Β0Τν, κα ἐστὶ- ἡδέος στ. Ο.3Ρ.ΤΡ, 8 προῆλθεν Μῦ. ὥστε αἰσθάνεσθαι τοῦ] τοῦ ἔχειν αἴσθησιν ἴν. 5 σημαίνει ΜΌ.

».

4 ΠΟΛΙΤΙΚΩΝ Α. Ῥοιτ.

μαίνειν ἀλλήλοις. ᾽Ο δὲ λόγος ἐπὶ ἀτῷ δηλσῦν ἐστὶ τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδι- τᾶκον. Τοῦτο γὰρ πρὸς τᾶλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλ- λων αἴσθησιν ἔχειν. ᾿Η δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν. Καὶ πρότερον δὴ τῇ φύσει πόλις 5 οἰκία καὶ ἕκα- ἰβστος ἡμῶν ἐστίν... 'Τὸ “γὰρ ὅλον πρότερον ἀναγκαῖον εἶναι τοῦ μέρους" ἀναιρουμένου “γὰρ τοῦ ὅλου οὐκ ἔσται ποὺς οὐδὲ χείρ, εἰ μὴ ὁμωνύμως, ὥσπερ εἴ τις Ε λέγει τὴν λιθίνην" διαφθαρεῖσα “γὰρ ἔσται τοιαύτη. Πάντα δὲ τῷ ἔργῳ ὥρι- σται καὶ τῇ δυνάμει, ὥστε μηκέτι τοιαῦτα ὄντα οὐ λεκτέον τι τὰ αὐτὰ εἶναι, ἀλλ᾽ ὁμώνυμα. "Ὅτι μὲν οὖν πόλις " καὶ φύσει καὶ ' πρότερον ἕκαστος, δῆλον" εἰ “γὰρ μὴ αὐτάρκης ἕκαστος χωρισθείς, ὁμοίως τοῖς ἄλλοις μέρεσιν ἕξει πρὸς τὸ ὅλον" δὲ μὴ δυνάμενος κοινωνεῖν, μηθὲν δεόμενος δι᾿ αὐτ-

"5 ἄρκειαν, οὐθὲν μέρος πόλεως, ὥστε θηρίον θεός. Φύσει μὲν οὖν ὁρμὴ ἐν πᾶσιν ἐπὶ τὴν τοιαύτην κοινωνίαν" δὲ Καρῶτος συστήσας μεγίστων ἀγαθῶν αἴτιος. "Ὥσπερ “γὰρ καὶ τελεωθὲν βέλτιστον τῶν ζῴων ἄνθρωπός ἐστιν, οὕτω καὶ

τό χωρισθὲν νόμου καὶ δίκης χείριστον πάντων. Χαλεπωτάτη γὰρ ἀδικία ἔχουσα ὅπλα" δ᾽ ἄνθρωπος ὅπλα ἔχων Ἰφύεται φρονήσει καὶ ἀρετῇ, οἷς ἐπὶ τἀναντία ἔστι χρῆσθαι μάλιστα. Διὸ ἀνοσιώτατον καὶ ἀγριώτατον ἄνευ ἀρετῆς, καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδὴν χείριστον. ᾿Η δὲ δικαιοσύνη πολιτι- κόν' “γὰρ δίκη πολιτικῆς κοινωνίας τάξις ἐστίν" δὲ δίκη τοῦ δικαίου κρίσις.

383 Ἐπεὶ δὲ φανερὸν ἐξ ὧν μορίων πόλις συνέστηκεν, ᾿ ἀναγ- καῖον "περὶ οἰκονομίας εἰπεῖν πρότερον πᾶσα “γὰρ πόλις ἐξ οἰκιῶν σύγκειται. Οἰκίας δὲ μέρη, ἐξ ὧν αὖθις οἰκία συνί- σταται" οἰκία δὲ τέλειος ἐκ δούλων καὶ ἐλευθέρων. “Ἐπεὶ

τῷ] τὸ 80, «ἡ 80, ἔτι ΤΌ. δ λέγοι Ὁ, καὶ προ φύσει ὁτη 1.) προτέρα Ὁ. ΜΌ ΤΌ, προτέρω 80, πρῶτον ΟΙΜΌ ΒΡ ΤΌ, 1 φαίνεται 10. ἴῷὸ ἀνάγκη Ο.ΜΌ. πδτ 50. ΤΌ. οἵη. φυϊοᾳυϊά 6δὲ ἰπίοῦ

συνέστηκεν εἰ δὲ δῃΐθ τέλειος. α πρῶτον περὶ οἰκονομίας εἰπεῖν. πᾶσα γὰρ σύγκειται πόλις ἐξ οἰκιῶν. οἰκονομίας δὲ Ὁ,

1...-.4. ΠΟΛΙΤΊΚΩΝ Α. 5

δ᾽ ἐν τοῖς θκιχίστοις πρῶτον ἕκαστον ζητητέον, πρῶτα δὲ καὶ ἐλάχιστα μέρη οἰκίας δεσπότης καὶ δοῦλος καὶ πόσις καὶ ἄλοχος καὶ πατὴρ καὶ τέκνα, περὶ τριῶν ἂν τούτων σκεπτέον εἴη τί ἕκαστον καὶ ποῖον δεῖ εἶναι. Ταῦτα δ᾽ ἐστὶ δεσπο-: τικὴ 5 καὶ γαμική (ἀνώνυμον "γὰρ “γυναικὸς καὶ ἀνδρὸς σύ- ζωυξις) καὶ τρίτον τεκνοποιητική" καὶ "γὰρ αὕτη οὐκ ὠνόμα- σται ἰδίῳ ὀνόματι. “Ἔστωσαν δ᾽ αὗται τρεῖς ἃς εἴπομεν. Ἔστι δέ τι μέρος δοκεῖ τοῖς μὲν εἷναι οἰκονομία, τοῖς δὲ 3 μέγιστον μέρος αὐτῆς" ὅπως δ᾽ ἔχει, θεωρητέον. Λέγω δὲ περὶ τῆς καλουμένης χρηματιστικῆς. Πρῶτον δὲ περὶ δε- σπότου καὶ δούλου εἴπωμεν, ἵνα τά τε πρὸς τὴν ἀναγκαίαν χρείαν ἴδωμεν, κἂν εἴ Ῥτι πρὸς τὸ εἰδέναι περὶ αὐτῶν δυναί- μεθα λαβεῖν βέλτιον τῶν νῦν ὑπολαμβανομένων. Τοῖς μὲν 4 “γὰρ δοκεῖ ἐπιστήμη τέ τις εἶναι δεσποτεία, καὶ αὐτὴ οἰκονομία καὶ δεσποτεία καὶ πολιτικὴ καὶ βασιλική, καθά- περ εἴπομεν ἀρχόμενοι" τοῖς δὲ παρὰ φύσιν τὸ δεσπόζειν. Νόμῳ γὰρ τὸν μὲν δοῦλον εἶναι τὸν δ᾽ ἐλεύθερον, φύσει δ᾽ οὐθὲν διαφέρειν. Διόπερ οὐδὲ δίκαιον" βίαιον "γάρ. ᾿Ἐπεὶ 4 οὖν κτῆσις μέρος τῆς οἰκίας ἐστὶ καὶ κτητικὴ μέρος τῆς οἰκονομίας (ἄνευ “γὰρ τῶν ἀναγκαίων ἀδύνατον καὶ ζῆν καὶ εὖ ζῆν), ὥσπερ " δὲ "ἐν ταῖς ὡρισμέναις τέχναις ἀναγκαῖον τἂν εἴη ὑπάρχειν τὰ οἰκεῖα ὄργανα, εἰ μέλλει ἀποτελεσθή- σεσθαι τὸ ἔργον, οὕτω καὶ τῶν οἰκονομικῶν. Τῶν δ᾽ ὀργά-. νων τὰ μὲν ἄψυχα τὰ δ᾽ ἔμψυχα, οἷον τῷ κυβερνήτῃ μὲν οἵαξ ἄψυχον, δὲ πρωρεὺς ἔμψυχον" “γὰρ ὑπηρέτης ἐν ὀργάνου ἄδει ταῖς τέχναις ἐστίν. Οὕτω καὶ τὸ κτῆμα ὄρ- Ὕανον πρὸς ζωήν ἐστι, καὶ κτῆσις πλῆθος ὀργάνων ἐστί, καὶ δοῦλος κτῆμά ὅτι ἔμψυχον, καὶ ὥσπερ ὄργανον " πρὸ ὀργάνων, πᾶς ὑπηρέτης. Εἰὶ “γὰρ ἠδύνατο ἕκαστον τῶν 3 ὀργάνων κελευσθὲν προαισθανόμενον ἀποτελεῖν τὸ αὑτοῦ ἔργον, ὥσπερ τὰ Δαιδάλου φασὶν τοὺς τοῦ "Ἡφαίστου τρίποδας, οὖς φησιν ποιητὴς αὐτομάτους θεῖον δύεσθαι

καὶ δηΐο γαμική οἵο. ΜΌ. Ρ τις ΤΡ, 4 καὶ δεσποτεία 85, Τ' δὲ ου. Μθ, “5 ἐν οἵῃ. Ρ, ἂν οτι. ΜΡ. τ τις ῷ. ' πρὸς ὅὉ.

53

ό . ΠΟΛΙΤΙΚΩ͂Ν Α. Ῥοιιτ.

ἀγῶνα, οὕτως αἱ κερκίδες ἐκέρκιζον αὐταὶ καὶ “τὰ πλῆκτρα ἐκιθάριζεν, οὐδὲν ἂν ἔδει οὔτε τοῖς ἀρχιτέκτοσιν ὑπηρετῶν “οὔτε τοῖς δεσπόταις δούλων. Τὰ μὲν οὖν λεγόμενα ὄργανα ποιητικὰ ὄργανά ἐστι, τὸ δὲ κτῆμα πρακτικόν" ἀπὸ μὲν “γὰρ τῆς κερκίδος ἕτερόν τι "γίνεται παρὰ τὴν χρῆσιν αὐτῆς, ἀπὸ δὲ τῆς ἐσθῆτος καὶ τῆς κλίνης χρῆσις μόνον. “Ἐπτι δ᾽ ἐπεὶ διαφέρει ποίησις εἴδει καὶ πρᾶξις, “δέονται δ᾽ ἀμφότεραι ὀργάνων, ἀνάγκη καὶ ταῦτα τὴν αὐτὴν ἔχειν διαφοράν. "Ὃ δὲ βίος πράξις, οὐ ποίησίς ἐστιν διὸ καὶ δοῦλος ὑπηρέτης τῶν πρὸς τὴν πρᾶξιν. Τὸ δὲ κτῆμα λέγεται ὥσπερ καὶ τὸ μόριον. 'Τό τε γὰρ μόριον οὐ μόνον ἄλλου ἐστὶ μόριον, ἀλλὰ καὶ ὅλως ἄλλου" ὁμοίωρ δὲ καὶ τὸ κτῆμα. Διὸ μὲν δεσπότης τοῦ δούλου δεσπότης μόνον, ἐκείνου δ᾽ οὐκ ἔστιν" δὲ δοῦλος οὐ μόνον δεσπότον δοῦλός ἐστιν, ἀλλὰ καὶ ὅλωφ ἐκείνου. Τίς μὲν οὖν φύσες τοῦ δούλου καὶ τίς δύναμις, ἐκ τούτων δῆλον" “γὰρ μὴ αὑτοῦ φύσει ἀλλ᾽ ἄλλου, ἄν- θρωπος δέ, οὗτος φύσει δοῦλός ἐστιν. "Αλλου δ᾽ ἐστὶν ἄνθρωπος, ὃς ἂν κτῆμα Υἢ ἄνθρωτος ὦν. Κτῆμα δὲ ὄργα- 5 νὸν πρακτικὸν καὶ χωριστόν. Πότερον δ᾽ ἐστί τις φύσει τοιοῦτος οὔ, καὶ πότερον βέλτιον καὶ δίκαιόν τινι δουλεύειν οὔ, ἀλλὰ πᾶσα δονλεία παρὰ φύσιν ἐστί, μετὰ ταῦτα σκεπτέον. Οὐ χαλεπὸν δὲ καὶ τῷ λόγῳ θεωρῆσαι καὶ ἐκ “τῶν "γινομένων καταμαθεῖν. Τὸ “γὰρ ἄρχειν καὶ ἄρχεσθαι οὐ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν συμφερόντων ἐστί, καὶ εὐθὺς ἐκ “γενετῆς ἔνια διέστηκε τὰ μὲν ἐπὶ τὸ ἄρχεσθαι τὰ δ᾽ ἐπὶ τὸ ἄρχειν. Καὶ εἴδη πολλὰ καὶ ἀρχόντων καὶ ἀρχομένων ἐστίν, καὶ ἀεὶ βελτίων ἀρχὴ τῶν βελτεόνων 3ἀρχομένων, οἷον ἀνθρώπου θηρίου. "Τὸ “γὰρ ἀποτελούμε- μὸν ἀπὸ τῶν βελτιόνων βέλτιον ἔργον ὅπου δὲ τὸ μὲν ἄρχει τὸ δ᾽ ἄρχεται, ἐστί τι τούτων ἔργον. "Ὅσα “γὰρ ἐκ πλειόνων συνέστηκε καὶ γίνεται ἕν τι κοινόν, εἴτε ἐκ συνεχῶν εἴτ᾽ ἐκ διηρημένων, ἐν ἅπασιν ἐμφαίνεται τὸ ἄρχον καὶ τὸ

α δέονται δ᾽ καὶ δέονται 1, ΥἹ ἄνθρωποι] δοῦλος Ω.1Ὁ. εἰ Ρτ. Μὺ,

1. 4,5. ΠΟΛΙΤΊΚΩΝ Α. 7 ἀρχόμενον. Καὶ τοῦτο ἐκ τῆς ἁπάσης φύσοως ἐνυπάρχει τοῖς ἐμψύχοις" καὶ “γὰρ ἐν τοῖς " μὴ μετέχουσι ζωῆς ἐστί τις ἀρχή, οἷον ἁρμονίας. ᾿Αλλὰ ταῦτα μὲν ἴσως ἐξωτερι- κωτέρας ἐστὶ σκέψοως, τὸ δὲ ζῷον πρῶτον συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, ὧν τὸ μὲν ἄρχον ἐστὶ φύσει τὸ δ᾽ ἀρ- χόμενον. Δεῖ δὲ σκοπεῖν ἐν τοῖς κατὰ φύσιν ἔχουσι μᾶλλον 5 τὸ φύσει, καὶ μὴ ἐν τοῖς διεφθαρμένοις. Διὸ καὶ τὸν "βέλ- τιστα διακείμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ἄνθρωπον θεωρητέον, ἐν τοῦτο δῆλον τῶν “γὰρ μοχθηρῶν δὴ μοχθη- ρῶς ἐχόντων δόξειεν ἂν ἄρχειν πολλάκις τὸ σῶμα τῆς ψυ- χῆς διὰ τὸ φαύλων καὶ παρὰ φύσιν ἔχειν. “ἔστι δ᾽ οὖν, 6 ὥσπερ λέγομεν, πρῶτον ἐν ζῴῳ θεωρῆσαι καὶ δεσποτικὴν ἀρχὴν καὶ πολιτικήν" μὲν "γὰρ ψυχὴ τοῦ σώματος ἄρχει δεσποτικὴν ἀρχήν, δὲ νοῦς τῆς ὀρέξεως πολιτικὴν καὶ βα- σιλικήν" ἐν οἷς φανερόν ἐστιν ὅτι κατὰ φύσιν καὶ συμφέρον «τὸ ἄρχεσθαι τῷ σώματι ὑπὸ τῆς ψυχῆς καὶ τῷ παθητικῷ μορίῳ ὑπὸ τοῦ νοῦ καὶ τοῦ μορίου τοῦ λόγον ἔχοντος, τὸ δ᾽ ἀξ ἴσου ἀνάπαλιν βλαβερὸν πᾶσιν. Πάλιν ἐν ἀνθρώπφη καὶ τοῖς ἄλλοις ζῴοις ὡσαύτως τὰ μὲν “γὰρ ἥμερα τῶν ἀγρίων βελτίω τὴν φύσιν, τούτοις δὲ πᾶσι βέλτιον ἄρ- χεσθαι ὑπ᾽ ἀνθρώπου τυγχάνει "γὰρ σωτηρίας οὕτως. “Ἔτι δὲ τὸ ἄρρεν πρὸς τὸ θῆλυ φύσει τὸ μὲν κρεῖττον τὸ δὲ χεῖ- ρον, τὸ μὲν ἄρχον τὸ δ᾽ ἀρχόμενον. Τὸν αὐτὸν δὲ τρόπον ἀναγκαῖον εἶναι καὶ ἐπὶ πάντων ἀνθρώπων. “Ὅσοι μὲν οὖν 8 τοσοῦτον ' διεστᾶσιν ὅσον ψυχὴ σώματος καὶ ἄνθρωπος θη- ρίου (διάκεινται Ε δὲ τοῦτον τὸν τρόπον, ὅσων ἐστὶν ἔργον τοῦ σώματος χρῆσις, καὶ τοῦτ᾽ " ἔστ᾽ ἀπ᾿ αὐτῶν βέλτι- στον), οὗτοι μέν εἰσι φύσει δοῦλοι, οἷς βέλτιόν ἐστιν ἄρ- Χεσθαι ταύτην τὴν ἀρχήν, εἴπερ καὶ τοῖς εἰρημένοις. “Ἐστιο “γὰρ φύσει δοῦλος δυνάμενος ἄλλου εἶναι (διὸ καὶ ἄλλου ἐστίν) καὶ κοινωνῶν λόγου τοσοῦτον ὅσον αἰσθάνεσθαι

τ μήτε ΜΡ, 8 βελτίονα Μν, ἢ] καὶ 80, τὸ] τῶ 85. βῶ- τιον πᾶσι Μῦ, 6 πάντων τῶν ἀνθρώπων Μῦ. διεστᾶσιν---τοῦτον ὁπ. 50, Ε δὲ οχα, Ὁ. ΤΌ, οἱ ρε. 1. Β ἔστ᾽] ἔσται ΒΡ.

54

8 ΠΟΛΙΤΙΚΩΝ Α. Ῥοχιτ.

ἀλλὰ μὴ ἔχειν' τὰ “γὰρ ἄλλα ζῷα οὐ λόγου αἰσθανόμενα, ἀλλὰ παθήμασιν ὑπηρετεῖ. Καὶ χρεία δὲ παραλλάττει μικρόν" "γὰρ πρὸς τἀναγκαῖα τῷ σώματι βοήθεια γίνεται παρ᾽ ἀμφοῖν, παρά τε τῶν δούλων καὶ παρὰ τῶν ἡμέρων Ἰοζῴων. Βούλεται μὲν οὖν φύσις καὶ τὰ σώματα διαφέ- ροντα ποιεῖν Κτὰ τῶν ἐλευθέρων καὶ τῶν δούλων, ' τὰ μὲν ἰσχυρὰ πρὸς τὴν ἀναγκαίαν χρῆσιν, τὰ δ᾽ ὀρθὰ καὶ ἄχρηστα πρὸς τὰς τοιαύτας ἐργασίας, ἀλλὰ χρήσιμα πρὸς πολιτικὸν βίον (οὗτος δὲ καὶ γίνεται διηρημένος εἴς τε τὴν πολεμικὴν χρείαν καὶ τὴν εἰρηνικήν), συμβαίνει δὲ πολλάκις καὶ τούναν- τίον, τοὺς μὲν τὰ σώματ' ἔχειν " ἐλευθέρων τοὺς δὲ τὰς ψυχάς: ἐπεὶ τοῦτό “γε φανερόν, ὡς εἰ τοσοῦτον γένοιντο διάφοροι τὸ σῶμα μόνον ὅσον αἱ τῶν θεῶν εἰκόνες, τοὺς ὑπο- λειπομένους πάντες φαῖεν ἂν ἀξίους εἶναι τούτοις δουλεύειν. αἰ Εἰ δ᾽ ἐπὶ τοῦ σώματος τοῦτ᾽ ἀληθές, πολὺ δικαιότερον "ἐπὶ τῆς ψυχῆς τοῦτο διωρίσθαι" ἀλλ᾽ οὐχ ὁμοίως ῥᾷδιον ἰδεῖν τό τε τῆς ψυχῆς κάλλος καὶ τὸ τοῦ σώματος. Ὅτι μὲν τοίνυν εἰσὶ φύσει τινὲς οἱ μὲν ἐλεύθεροι οἱ δὲ δοῦλοι, φα- 6 νερόν, οἷς καὶ συμφέρει τὸ δουλεύειν καὶ δίκαιόν ἐστιν. "Ὅτι δὲ καὶ οἱ τἀναντία φάσκοντες τρόπον τινὰ λέγουσιν ἀρθῶς, οὐ χαλεπὸν ἰδεῖν. Διχῶς “γὰρ λέγεται τὸ δουλεύειν καὶ δοῦλος. “Ἔστι “γάρ τις καὶ κατὰ νόμον δοῦλος καὶ δου- λεύων' “γὰρ νόμος ὁμολογία τίς ἐστιν, ἐν τὰ κατὰ πό- ἄλεμον κρατούμενα τῶν κρατούντων εἶναί φασιν. 'Τοῦτο Ῥδὴ τὸ δίκαιον πολλοὶ τῶν ἐν τοῖς νόμοις ὥσπερ ῥήτορα 4 “γρά- φονται παρανόμων, ὡς δεινὸν Τ εἰ τοῦ βιάσασθαι δυναμένου καὶ κατὰ δύναμιν κρείττονος ἔσται δοῦλον καὶ ἀρχόμενον τὸ βιασθέν. Καὶ τοῖς μὲν οὕτω δοκεῖ τοῖς δ᾽ ἐκείνως, καὶ τῶν σοφῶν. Αἴτιον δὲ ταύτης τῆς ἀμφισβητήσεως, καὶ ποιεῖ τοὺς λόγους ἐπαλλάττειν, ὅτι τρόπον τινὰ ἀρετὴ τυγχά- νουσα χορηγίας καὶ βιάζεσθαι δύναται μάλιστα, καὶ ἔστιν 1 ποιεῖ Ὁ. ΜῸΒΌΤΌ, δὲ ρτ. 1Ὁ.ὁΧ τὰ ὁτα. 80, τὰ] καὶ τὰ [Ὁ.

τὰ ἐλευθέρων 10. α ἐπὶ τῆς] δ᾽ ἐπὶ τῆς ΤΡ. καὶ ροβῖ τις οἴῃ. ΜῈ, Ρ δὲ Μ0ὺ, 4 γράφοντα 50, τ εἰ] οἱ Τῇ.

1.5.6. ΠΟΛΙΤΙΚΩ͂Ν Α. 9

ἀεὶ τὸ κρατοῦν ἐν ὑπεροχῇ ἀγαθοῦ τινός, ὥστε δοκεῖν μὴ ἄνευ ἀρετῆς εἶναι τὴν βίαν, ἀλλὰ περὶ τοῦ δικαίου μόνον εἶναι τὴν ἀμφισβήτησιν. Διὰ γὰρ τοῦτο τοῖς μὲν εὔνοια δοκεῖ τὸ δίκαιον εἶναι, τοῖς δ᾽ αὐτὸ τοῦτο δίκαιον, τὸ τὸν κρείττονα ἄρχειν, ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λό- Ὕων οὔτ᾽ ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν "ἅτεροι λόγοι, ὡς οὐ δεῖ τὸ βέλτιον κατ᾽ ἀρετὴν ἄρχειν καὶ δεσπόζειν. [Ὅλως 5 δ᾽ ἀντεχόμενοί τινες, ὡς οἴονται, δικαίου τινός (ὁ “γὰρ νόμος δίκαιόν τι) τὴν κατὰ πόλεμον δουλείαν τιθέασι δικαίαν, ἅμα δ᾽ οὔ φασιν. 'Τήν τε “γὰρ ἀρχὴν ἐνδέχεται μὴ δικαίαν εἶναι τῶν πολέμων, καὶ τὸν ἀνάξιον δουλεύειν οὐδαμῶς ἂν φαίη τις δοῦλον εἶναι" εἰ δὲ μή, συμβήσεται τοὺς εὐγενεστάτους εἶναι δοκοῦντας δούλους εἶναι καὶ ἐκ δούλων, ἐὰν συμβῆ πραθῆναι ληφθέντας. Διόπερ αὐτοὺς οὐ βούλονται λέγειν δούλους, 6 ἀλλὰ τοὺς βαρβάρους. Καίτοι ὅταν τοῦτο λέγωσιν, οὐθὲν ἄλλο ζητοῦσιν τὸ φύσει δοῦλον, ὅπερ ἐξ ἀρχῆς εἴπομεν" ἀνάγκη “γὰρ εἶναί τινας φάναι τοὺς μὲν πανταχοῦ δούλους τοὺς δ᾽ οὐδαμοῦ. Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ εὐγενείας" αὑτοὺς μὲν “γὰρ οὐ μόνον παρ᾽ αὑτοῖς εὐγενεῖς ἀλλὰ παντα- χοῦ νομίζουσιν, τοὺς δὲ βαρβάρους οἴκοι μόνον, ὡς ὄν τι τὸ μὲν ἁπλῶς εὐγενὲς καὶ ἐλεύθερον τὸ δ᾽ οχ ἁπλῶς, ὥσπερ τὴ Θεοδέκτου ᾿Ελένη φησὶ θείων δ᾽ ἀπ᾽ ἀμφοῖν Υ ἔκγονον δομάτων τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν;

"Ὅταν δὲ τοῦτο λέγωσιν, οὐθενὶ ἀλλ᾽ ἀρετῇ καὶ κακίᾳ διο- 8 ρίζουσι τὸ δοῦλον καὶ ἐλεύθερον καὶ τοὺς εὐγενεῖς καὶ τοὺς δυστγενεῖς. “Αξιοῦσι “γάρ, ὥσπερ ἐξ ἀνθρώπου ἄνθρωπον καὶ ἀκ θηρίων ",γίνεσθαι θηρίον, οὕτω καὶ ἐξ ἀγαθῶν ἀγαθόν; δὲ φύσις βούλεται μὲν τοῦτο ποιεῖν πολλάκις, οὐ μέντοι δύ- ναται. Ὅτι μὲν οὖν ἔχει τινὰ λόγον ἀμφισβήτησις, καὶ 9 οὐκ εἰσὶν οἱ μὲν φύσει δοῦλοι οἱ δ᾽ ἐλεύθεροι, δῆλον" καὶ ὅτι

ἕτεροι Μῦ, ἄπροι 8, ἅμα] ὅλως ΜΡΤΌ, τ τε ὁπι. ΜΡ, τ΄ αὖ-

τοῖς ΒΡ. ΤῈ, οἱ ρε. "Ὁ. κχ ἢ] καὶ Μ0. Υ ἐκγόνοι 85. ΤΌ, ἐκ γόνοιν ΦΙΡΜ0, κ γενέσθαι Ω. ΤῸ,

20 ΠΟΛΙΤΙΚΩ͂Ν Α. Ῥοιτ.

ἔν τισι διώρισται τὸ τοιοῦτον, ὧν συμφέρει τῷ μὲν τὸ δου- λεύειν τῷ δὲ " τὸ δεσπάζειν, καὶ δίκαιον, καὶ δεῖ τὸ μὲν ἄρ- χεσθαι τὸ δ᾽ ἄρχειν, ἣν πεφύκασιν ἀρχὴν ἄρχειν, ὥστε καὶ

το δισπόζευ. Τὸ δὲ κακῶς ἀσυμφόρως ἐστὶν ἀμφοῖν" τὸ “γὰρ αὐτὸ συμφέρει τῷ μέρει καὶ τῷ ὅλῳ καὶ σώματι καὶ ψυχῇ, δὲ δοῦλος μέροφ τι τοῦ δεσπότου, οἷον ἔμ ψυχόν τι τοῦ σώ- ματος κεχωρισμένον δὲ μέρος. Διὸ καὶ συμφέρον ἐστί τι καὶ φιλία δούλῳ καὶ δεσπότῃ πρὸς ἀλλήλους τοῖς φύσει τού-. τῶν ἠξιωμένοιφ τοῖς δὲ μὴ τοῦτον τὸν τρόπον, ἀλλὰ κατὰ νόμον καὶ βιασθεῖσι, τοὐναντίον.

7 Φανερὸν δὲ καὶ ἐκ τούτων ὅτι οὐ ταὐτόν ἐστι δεσποτεία καὶ "πολιτική, οὐδὲ πᾶσαι ἀλλήλαις αἱ ἀρχαί, ὥσπερ τινές φασιν. ᾽Ἢ μὲν “γὰρ ἐλευθέρων φύσει δὲ δούλων ἐστίν, καὶ μὲν οἰκονομικὴ μοναρχία (μοναρχεῖται "γὰρ πᾶν οἶκος),

4 δὲ πολιτικὴ ἐλευθέρων καὶ ἴσαν ἀρχή. ᾽Ο μὲν οὖν δεσπότης οὐ λέγεται κατ᾽ ἐπιστήμην, ἀλλὰ τῷ τοιόσδ᾽ εἶναι" ὁμοίως δὲ καὶ δοῦλος καὶ ἐλεύθερος. ᾿Εἰπιστήμη δ᾽ ἂν εἴη καὶ δεσποτικὴ “καὶ δουλική, δουλικὴ μὲν οἵαν παρ "ὁ ἐν Συρα- κούσαις ἐπαίδευεν" ἀκεῖ "γὰρ λαμβάνων τις μισθὸν ἐδίδασκε

ϑτὰ ἐγκύκλια διακονήματα τοὺς παῖδας. Ἐπη δ᾽ ἂν καὶ ἐπὶ πλεῖον τῶν τοιούτων μάθησις, οἷον ὀψοποιικὴ καὶ τᾶλλα τὰ τοιαῦτα “γένη τῆς διακονίας. “Ἐστι “γὰρ "ἕτερα ἑτέρων τὰ μὲν ἐντιμότερα ἔργα τὰ δ᾽ ἀναγκαιότερα, καὶ κατὰ τὴν πα- ροιμίαν

δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου.

“Αἱ μὲν οὖν τοιαῦται πᾶσαι δουλικαὶ ἐπιστῆμαί εἰσι, δεσπο- τικὴ δ' ἐπιστήμη ἐστὶν χρηστικὴ δούλων" ὁ΄ “γὰρ δεσπότης οὐκ ἐν τῷ κτᾶσθαι τοὺς δούλους, ἀλλ᾽ ἐν τῷ χρῆσθαι δού- λοις. Ἕστι δ᾽ αὕτη δὴ ἐπιστήμη οὐδὲν μέγα ἔχουσα " οὐδὲ σεμνόν" “γὰρ τὸν δοῦλον ἰἐπίστασθαι δεῖ ποιεῖν, ἐκεῖνον δῖ

ζθοα δὲ οτι. ΟΡ ΒΡ. ΤΌ, πολιτικἢ ΤΌ. καὶ ΔἸεΘττπι οπι. 9. δι δουλική οτα. ὦ. 5 οπι. ΒΡ, ἕτερα] ἔργα Ο.85.ΤῸ. ξ οἵα. 9.85.1Ὁ. οὐδὲ] οὐδὲν 86. ὀἱ ἐπίστασθαι--- ἐπίστασθαι οι. ᾧ.

1. 6-8. ΠΟΛΙΤΙΚΩ͂Ν Α. [ ταῦτα ἐπίστασθαι ἐπιτάττειν. Διὸ ὅσοις ἐξουσία μὴ αὐὖ- 5 τοὺς κακοπαθεῖν, ἐπίτροπος λαμβάνει ταύτην τὴν τιμήν, αὐὖ- τοὶ δὲ πολιτεύονται φιλοσοφοῦσιν. ᾿Η δὲ κτητικὴ ἑτέρα ἀμφοτέρων τούτων, οἷον ἡὶ δικαία, πολεμική τις οὖσα θη- Ρευτική. Περὶ μὲν οὖν δούλου καὶ δεσπότου τοῦτον Κὶ διω- ρίσθω τὸν τρόπον.

"Ὅλως δὲ περὶ πάσης κτήσεως καὶ ' χρηματιστικῆς θεωρή- 8 σωμεν κατὰ τὸν ὑφηγημένον τρόπον, ἐπείπερ καὶ δοῦλος τῆς κτήσεως μέρος τι ἦν. Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις πότερον χρηματιστικὴ αὐτὴ τῇ οἰκονομικῇ ἐστὶν μέρος τι ὑπηρετική, καὶ εἰ ὑπηρετική, πότερον ὡς κερκι- δοποιικὴ τῇ ὑφαντικῇ ὧν χαλκονργικὴ τῇ ἀνδριαντοποιίᾳ" οὐ γὰρ ὡσαύτως ὑπηρετοῦσιν, ἀλλ᾽ μὲν ὄργανα παρέχει, δὲ τὴν ὅλην. Λέγω δὲ ὅλην τὸ ὑποκείμενον, ἐξ οὗ τι ἀπο-. τελεῖται ἔργον, οἷον ὑφάντῃ μὲν ἔρια, ἀνδριαντοποιῷ δὲ χαλ- κόν. Ὅτι μὲν οὖν οὐχ αὐτὴ " οἰκονομικὴ τῇ χρηματι- στικῇ, δῆλον. Τῆς μὲν "γὰρ τὸ πορίσασθαι, τῆς δὲ τὸ χρή- σασθαι" τίς "γὰρ ἔσται χρησομένη τοῖς κατὰ τὴν οἰκίαν ο παρὰ τὴν οἰκονομικήν; Πότορον δὲ μόρος αὐτῆς ἐστί τι ἕτερον εἶδος, ἔχει διαμφισβήτησιν. Εἰ “γάρ ἐστι τοῦ χρη-3 ματιστικοῦ θεωρῆσαι πόθεν χρήματα καὶ Ῥκτῆσις ἔσται, δὲ κτῆσις πολλὰ περιείληφε μέρη καὶ πλοῦτος, ὥστε πρῶ- τὸν “γεωργικὴ πότερον μέρος τι τῆς χρηματιστικῆς ἔτε- βρόν τι γένος, καὶ καθόλον περὶ τὴν τροφὴν ἐπιμέλεια καὶ κτῆσις; ᾿Αλλὰ μὴν οἴδη γε πολλὰ τροφῆς, διὸ καὶ βίοι, πολλοὶ καὶ τῶν ζῴων καὶ τῶν ἀνθρώπων εἰσίν" οὐ “γὰρ οἷόν τε ζῆν ἄνευ τροφῆς, ὥστε αἱ διαφοραὶ τῆς τροφῆς τοὺς βίους πεποιήκασι διαφέροντας τῶν ζῴων. Τῶν τε 4 γὰρ θηρίων 5 τὰ μὲν ἀγελαῖα τὰ δὲ σποραδικά ἐστιν, ὁποτέρως συμφέρει πρὸς τὴν τροφὴν αὐτοῖς, διὰ τὸ τὰ μὲν ζφοφάγα τὰ δὲ καρ- ποφάγα τὰ δὲ παμφάγα αὐτῶν εἶναι" ὥστε πρὸς τὰν ῥα-

Κ' διωρίσαντο Ὁ. ΤΌ, διωρήσωντο 85. 1 χρηματικῆς ΤΡ. τῷ κτίσεως ΤΌ.

5 ροδὲ αὐτὴ δὰ. το. 0. περὶ 85.1. Ρ κτίσιν ΤΡ, 4 γὰρ σχῶ. ἵν,

12 ΠΟΛΙΤΙΚΩΝ Α. Ῥοιιτ.

στώνας καὶ τὴν αἵρεσιν τὴν τούτων φύσις τοὺς βίους αὐτῶν διώρισεν. “Ἐπεὶ δ᾽ οὐ ταὐτὸ ἑκάστῳ ἡδὺ κατὰ φύσιν ἀλλ᾽ ἕτερα ἑτέροις, καὶ αὐτῶν τῶν ζῳοφάγων καὶ τῶν καρποφά- δ γων οἱ βίοι πρὸς ἄλληλα διεστᾶσιν. "Ομοίως δὲ καὶ τῶν. ἀνθρώπων" τ πολὺ γὰρ διαφέρουσιν οἱ τούτων βίοι. Οἱ μὲν οὖν ἀργότατοι νομάδες εἰσίν" “γὰρ ἀπὸ τῶν ἡμέρων τροφὴ ζῴων ἄνευ πόνου γίνεται σχολάζουσιν" ἀναγκαίου δ᾽ ὄντος μεταβάλλειν τοῖς κτήνεσι διὰ τὰς νομὰς καὶ αὐτοὶ ἀναγκά- ζονται συνακολουθεῖν, ὥσπερ “γεωργίαν ζῶσαν “γεωργοῦντες. γοὶ δ᾽ ἀπὸ θήρας ζῶσι, καὶ θήρας ἕτεροι ἑτέρας, οἷον οἱ μὲν ἀπὸ ληστείας, οἱ δ᾽ ἀφ᾽ " ἁλιείας, ὅσοι λίμνας καὶ ἕλη καὶ ποταμοὺς θάλατταν τοιαύτην προσοικοῦσιν, οἱ δ᾽ ἀπ᾿ ὀρνί- θων θηρίων ἀγρίων. Τὸ δὲ πλεῖστον “γένος τῶν ἀνθρώπων 8ἀπὸ τῆς "γῆς ζῆ καὶ τῶν ἡμέρων καρπῶν. Οἱ μὲν οὖν βίοι τοσοῦτοι σχεδόν εἰσιν, ὅσοι “γε ' αὐτόφυτον ἔχουσι τὴν ἐρ- “γασίαν καὶ μὴ δὲ ἀλλαγῆς καὶ καπηλείας πορίζονται τὴν τροφήν, νομαδικός, “γεωργικός, ληστρικός, ἁλιευτικός, θηρευ- τικόφ' οἱ δὲ καὶ μιγνύντες ἐκ τούτων ἡδέως ζῶσι, προσανα- πληροῦντες τὸν ἐνδεέστατον βίον, τυγχάνει ἐλλείπων πρὸς τὸ αὐτάρκης εἶναι, οἷον οἱ μὲν νομαδικὸν ἅμα καὶ λῃστρικόν, φοὶ δὲ “γεωργικὸν καὶ θηρευτικόν. "Ομοίως δὲ καὶ περὶ τοὺς ἄλλους, ὡς ἄν χρεία " συναναγκάζῃ, τοῦτον τὸν τρόπον διάγουσιν. ᾿Ἡ μὲν οὖν τοιαύτη κτῆσις ὑπ᾽ αὐτῆς φαίνεται τῆς φύσεως διδομένη πᾶσιν, ὥσπερ κατὰ τὴν πρώτην γένεσιν το εὐθύς, οὕτω καὶ τελειωθεῖσιν. Καὶ “γὰρ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν τὰ μὲν συνεκτίκτει τῶν ζῴων τοσαύτην τροφὴν ὡς ἑκανὴν εἶναι μέχρις οὗ ἂν δύνηται αὐτὸ αὑτῷ πορίζειν τὸ γγεν- νηθέν, οἷον ὅσα σκωληκοτοκεῖ φοτοκεῖ; ὅσα δὲ ζφοτοκεῖ, τοῖς “γενομένοις ἔχει τροφὴν ἐν αὑτοῖς μέχρι τινός, "᾿ τὴν τοῦ τι καλουμένου "γάλακτος φύσιν. "Ὥστε ὁμοίως δῆλον ὅτι, καὶ γενομένοις οἰητέον τά τε φυτὰ τῶν ζῴων ἕνεκεν εἶναι" καὶ τἄλλα ζῷα τῶν ἀνθρώπων χάριν, τὰ μὲν ἥμερα καὶ διὰ τὴν α πολλοὶ 80.1Ὁ, 5 ἁλείαν ρίετίᾳιιο. αὐτόφυγον ῷ. γ ἀναγκάζη 15. τ τὴν} τοῦ ΤΌ,

1. 8, 9. ΠΟΛΙΤΊΚΩΝ Α. 13

χρῆσιν καὶ διὰ τὴν τροφήν, τῶν δ᾽ ἀγρίων, εἰ μὴ πάντα, ἀλλὰ τά γε πλεῖστα τῆς τροφῆς καὶ ἄλλης βοηθείας ἕνεκεν, ἵνα καὶ ἐσθὴς καὶ ἄλλα ὄργανα ᾿γίνηται ἐξ αὐτῶν. ἙῚὶ οὖν τ. φύσις μηθὲν μήτε ἀτελὲς ποιεῖ μήτε μάτην, ἀναγκαῖον τῶν ἀνθρώπων ἕνεκεν αὐτὰ πάντα πεποιηκέναι τὴν φύσιν. Διὸ καὶ πολεμικὴ φύσει κτητική πως ἔαται. ᾿Η “γὰρ θηρευ- τικὴ μέρος αὐτῆς, δεῖ χρῆσθαι πρός τε τὰ θηρία, καὶ τῶν ἀνθρώπων ὅσοι πεφυκότες ἄρχεσθαι μὴ θέλουσιν, ὡς φύσει δίκαιον τοῦτον ὄντα τὸν ᾿ πόλεμον. "Ἐϊν μὲν οὖν εἶδος κτη- 13 τικῆς κατὰ φύσιν τῆς οἰκονομικῆς μέρος ἐστίν" δεῖ ἤτοι ὑπάρχειν πορίζειν αὐτὴν ὅπως ὑπάρχῃ, ὧν ἐστὶ θησαυρι- σμὸς χρημάτων πρὸς ζωὴν ἀναγκαίων καὶ χρησίμων εἰς κοι- νωνίαν πόλεως οἰκίας. Καὶ ἔοικεν γ᾽ ἀληθινὸς πλοῦτος τα ἐκ τούτων εἶναι. ᾿Ἢ “γὰρ τῆς τοιαύτης κτήσεως αὐτάρκεια πρὸς Υἀγαθὴν ζωὴν οὐκ ἄπειρός ἐστιν, ὥσπερ Σόλων φησὶ ποιήσας πλούτου δ᾽ οὐθὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.

Κεῖται "γὰρ ὥσπερ καὶ ταῖς ἄλλαις τέχναιφ' οὐδὲν “γὰρ ὄρ- ις Ὕανον ἄπειρον οὐδεμιᾶς ἐστὶ τέχνης οὔτε πλήθει οὔτε με- γέθει, δὲ πλοῦτος ὀργάνων πλῆθός ἐστιν οἰκονομικῶν καὶ πολιτικῶν. Ὅτι μὲν τοίνυν ἔστι τις κτητικὴ κατὰ φύσιν τοῖς οἰκονόμοις καὶ τοῖς πολιτικοῖς, καὶ δὲ ἣν αἰτίαν, δῆλον.

Ἔστι δὲ “γένος ἄλλο κτητικῆς, ἣν μάλιστα καλοῦσι, καὶ 9 δίκαιον αὐτὸ καλεῖν, χρηματιστικήν, δι᾽ ἣν οὐδὲν δοκεῖ πέρας εἶναι πλούτου καὶ κτήσεως ἣν ὡς μίαν καὶ τὴν αὐτὴν τῇ λεχθείσῃ πολλοὶ νομίζουσι διὰ τὴν “γειτνίασιν. “Ἔστι δ᾽ οὔτε αὐτὴ τῇ εἰρημένη οὔτε πόρρω ἐκείνης. “Ἔστι δ᾽ μὲν φύσει δ᾽ οὐ φύσει αὐτῶν, ἀλλὰ δι᾿ ἐμπειρίας τινὸς καὶ τέχνης γίνεται μᾶλλον. Λάβωμεν δὲ περὶ αὐτῆς τὴν ἀρχὴν « ἐντεῦθεν. ᾿Ἑκάστου "γὰρ κτήματος διττὴ χρῆσίς ἐστιν, ἀμφότεραι δὲ καθ᾽ αὑτὸ μὲν ἀλλ᾽ οὐχ ὁμοίως καθ᾽ αὑτό, ἀλλ᾽ μὲν "οἰκεία δ᾽ οὐκ οἰκεία τοῦ πράγματος, οἷον ὑποδήμα- Κϑαμονῇ πλεμεν πρῶτον τα. Τὸ. ἀγαθῶν ΘΙ] Βα Τὰς κ οἷ. κία ΤΌ.

14 ΠΟΛΙΤΙΚΩΝ Α. Ροίτ.

τὸς τε ὑπόδεσις καὶ μεταβλητική. ᾿Αμφότεραι “γὰρ βὑποδήματος χρήσεις. Καὶ “γὰρ ἀλλαττόμενος τῷ δεομένῳ ὑποδήματος ἀντὶ νομίσματος τροφῆς χρῆται τῷ ὑποδή- ματι ὑπόδημα, ἀλλ᾽ οὐ τὴν οἰκείαν χρῆσιν" οὐ “γὰρ ἀλλα- γῆς ἕνεκεν "γέγονεν. Τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ “τῶν ἄλλων κτημάτων. “Ἔστι “γὰρ μεταβλητικὴ πάντων, ἀρξαμένη τὸ μὲν πρῶτον ἐκ τοῦ κατὰ φύσιν, τῷ τὰ μὲν πλείω τὰ δὲ ἐλάττω τῶν ἱκανῶν ἔχειν τοὺς ἀνθρώπους. Ἦ: καὶ δῆλον ὅτι οὐκ ἔστι φύσει τῆς χρηματιστικῆς καπηλική" ὅσον “γὰρ ἱκανὸν αὐτοῖς, ἀναγκαῖον ἣν ποιεῖσθαι τὴν ἀλλα- 5γήν. 'Ἐν μὲν οὖν τῇ πρώτῃ κοινωνίᾳ (τοῦτο δ᾽ ἐστὶν οἰκίαν φανερὸν ὅτι οὐδέν ἐστιν ἔργον αὐτῆς, ἀλλ᾽ ἤδη πλείονος τῆς κοινωνίας οὔσης. Οὐ μὲν “γὰρ τῶν αὐτῶν ἐκοινώνουν πάντων, οἱ δὲ κεχωρισμένοι πολλῶν πάλιν καὶ ἑτέρων" ὧν κατὰ τὰς δεήσεις ἀναγκαῖον ποιεῖσθαι τὰς μεταδόσεις, καθάπερ ἔτε πολλὰ ποιεῖ καὶ τῶν βαρβαρικῶν ἐθνῶν, κατὰ τὴν ἀλλαγήν. οΑὐτὰ γὰρ τὰ χρήσιμα πρὸς αὐτὰ καταλλάττονται, ἐπὶ πλέον δ᾽ οὐθέν, οἷον οἶνον πρὸς σῖτον διδόντες καὶ λαμβά- νοντες, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον. ᾿Η μὲν οὖν τοιαύτη μεταβλητικὴ οὔτε παρὰ φύσιν οὔτε χρηματιστικῆς ἐστὶν εἶδος οὐδέν' εἰς ἀναπλήρωσιν γὰρ τῆς κατὰ φύσιν Ἰαὐταρκείας ἦν. ᾿Εκ μέντοι ταύτης ἐγένετ᾽ ἐκείνη κατὰ λό- ον. ἸΞενικωτέρας "γὰρ γινομένης τῆς βοηθείας τῷ εἰσά- εσθαι ὧν ἐνδεεῖς καὶ ἐκπέμπειν ὧν ἐπλεόναζον, ἐξ ἀνάγκης 8ῇ τοῦ νομίσματος ἐπορίσθη χρῆσις. Οὐ γὰρ εὐβάστακτον ἕκαστον τῶν κατὰ φύσιν ἀναγκαίων' διὸ πρὸς τὰς ἀλλαγὰς τοιοῦτόν τι συνέθεντο πρὸς σφᾶς αὐτοὺς διδόναι καὶ λαμ- βάνειν, τῶν χρησίμων αὐτὸ ὃν εἶχε τὴν χρείαν εὐμεταχεί- βιστον πρὸς τὸ ζῆν, " οἷον σίδηρος καὶ ἄργυρος, κἂν εἴ τι τοιοῦτον ἕτερον, τὸ μὲν πρῶτον ἁπλῶς ὁρισθὲν μεγέθει καὶ σταθμῷ, τὸ δὲ τελευταῖον καὶ χαρακτῆρα ἐπιβαλλόντων, ἵνα ἀπολύσῃ τῆς μετρήσεως αὐτούτ' “γὰρ χαρακτὴρ ἐτέθη τοῦ

8 ἕκαστον οἵα. Τῦ, αὐτοῦ ΤΉ, οἷον] οἷον 80.7Ὁ,

1.9. ΠΟΛΙΤΊΚΩΝ Α. 15

ποσοῦ σημεῖον. Πορισθέντος οὖν ἤδη νομίσματος ἐκ τῆς ἀναγκαίαφ ἀλλαγῆς θάτερον εἶδος τῆς χρηματιστικῆς ἐγέ- νετο, τὸ καπηλικόν, τὸ μὲν πρῶτὸν ἁπλῶς ἴσως “γινόμενον, εἶτα δι ἐμπειρίας ἤδη τεχνικώτερον, πόθεν καὶ πῶς μετα- βαλλόμενον πλεῖστον ποιήσει κόρδος. Διὸ δοκεῖ χρημα- το τιστικὴ μάλιστα περὶ τὸ νόμισμα εἶναι, καὶ ἔργον αὐτῆς τὸ δύνασθαι θεωρῆσαι πόθεν ἔσται πλῆθος χρημάτων" ποιητικὴ γὰρ εἶναι τοῦ πλούτου καὶ χρημάτων. Καὶ “γὰρ τὸν πλοῦ- τὸν πολλάκις τιθέασι νομίσματος πλῆθος, διὰ τὸ περὶ τοῦτ᾽ εἶναι τὴν χρηματιστικὴν καὶ τὴν καπηλικήν. "Οτὲ δὲ πάλιν κι ἐλῆρος εἶναι δοκεῖ τὸ νόμισμα " καὶ νόμος παντάπασι, φύσει δ᾽ οὐθέν, ὅτι μεταθεμένων τε τῶν χρωμένων οὐθενὸς ἄξιον Τρὐδὲ χρήσιμον πρὸς οὐδὲν τῶν ἀναγκαίων ἐστί, καὶ νομίσμα- τὸς πλουτῶν πολλάκις ἀπορήσει τῆς ἀναγκαίαν τροφῆς" καί- τοι ἄτοπον τοιοῦτον εἶναι πλοῦτον οὗ εὐπορῶν λιμῷ ἀπο- λεῖται, καθάπερ καὶ τὸν Μίδαν ἐκεῖνον μυθολογοῦσι διὰ τὴν ξἀπληστίαν τῆς εὐχῆς πάντων " αὐτῷ “γιγνομένων τῶν παρα- τιθεμένων χρυσῶν. Διὸ ζητοῦσιν ὅτερόν τι τὸν πλοῦτον τ. καὶ τὴν χρηματιστικήν, ὀρθῶς ζητοῦντες. "Ἔστι “γὰρ ἑτέρα χρηματιστικὴ καὶ πλοῦτος κατὰ φύσιν, καὶ αὕτη ἱμὲν οἰκονομική, δὲ καπηλικὴ ποιητικὴ χρημάτων, οὐ πάντως ἀλλ᾽ διὰ χρημάτων μεταβολῆς. Καὶ δοκεῖ περὶ τὸ νό- μισμα αὕτη εἶναι" τὸ “γὰρ νόμισμα στοιχεῖον καὶ πέρας τῆς ἀλλαγῆς ἐστίν. Καὶ ἄπειρος δὴ οὗτος πλοῦτον ἀπὸ τ: ταύτης τῆς χρηματιστικῆς. "Ὥσπερ γὰρ ἰατρικὴ τοῦ ὕγι- αἴνειν εἰς ἄπειρόν ἐστι καὶ ἑκάστη τῶν τεχνῶν τοῦ τέλους εἰς ἄπειρον (ὅτι μάλιστα “γὰρ ἐκεῖνο βούλονται ποιεῖν), τῶν δὲ πρὸς τὸ τέλος οὐκ εἰς ἄπειρον (πέρας "γὰρ τὸ τέλος πά- σαιφ), οὕτω καὶ ταύτης τῆς χρηματιστικῆς οὐκ ἔστι τοῦ τέλους πέρας, τέλος δὲ τοιοῦτος πλοῦτος καὶ χρημάτων «τῆσις. Τῆς δ᾽ οἰκονομικῆς, οὐ 1 χρηματιστικῆς ὅστι πέραρ' τα

κλῆρος ΤΌ. 6 καὶ] καὶ ῷ. οὔτε οοἀΐοεΒ. ΞΕ ἀναπληστίαν ΤΌ.

Ν αὐτῶν 80. μὲν] μὲν το. ἵΡ, Κ χρηματικῆς ἵΡ. χρηματιστικὴ οους. 1Ὁ.

τό ΠΟΛΙΤΙΚΩΝ Α. Ῥοιτ.

οὐ "γὰρ τοῦτο τῆς οἰκονομικῆς ἔργον. Διὸ τῇ μὲν φαίνεται ἀναγκαῖον εἶναι παντὸς πλούτου πέρας, ἐπὶ δὲ τῶν ᾿ινομέ- νων ᾿ ὁρῶμεν συμβαῖνον τοὐναντίον" πάντες “γὰρ εἰς ἄπειρον αὔξουσιν οἱ χρηματιζόμενοι τὸ νόμισμα. Αἴτιον δὲ τὸ τε σύνεγγυς αὐτῶν. ᾿Ἑπαλλάττει "γὰρ χρῆσις τοῦ αὐτοῦ οὖσα ἑκατέρα τῆς χρηματιστικῆς. Τῆς γὰρ αὐτῆς ἐστὶ χρήσεως κτῆσις, ἀλλ᾽ οὐ " κατὰ ταὐτόν, ἀλλὰ τῆς μὲν ἕτε- ρον τέλος, τῆς δ᾽ αὔξησις. "Ὥστε δοκεῖ τισὶ τοῦτ᾽ εἶναι τῆς οἰκονομικῆς ἔργον, καὶ διατελοῦσιν σώζειν οἰόμενοι τό δεῖν αὔξειν τὴν τοῦ νομίσματος οὐσίαν εἰς ἄπειρον. Αἴτιον δὲ ταύτης τῆς διαθέσεως τὸ σπουδάζειν περὶ τὸ ζῆν, ἀλλὰ μὴ τὸ εὖ ζῆν' εἰς ἄπειρον οὖν ἐκείνης τῆς ἐπιθυμίας οὔσης, καὶ τῶν ποιητικῶν ἀπείρων ἐπιθυμοῦσιν. "Ὅσοι δὲ καὶ τοῦ εὖ Ὧϑν ἐπιβάλλονται, τὸ πρὸς τὰς ἀπολαύσεις τὰν σωματι- κὰς ζητοῦσιν, ὥστ᾽ ἐπεὶ καὶ τοῦτ᾽ ἐν τῇ κτήσει φαίνεται ὑπάρχειν, πᾶσα διατριβὴ περὶ τὸν χρηματισμόν ἐστι, καὶ τὴ τὸ ἕτερον εἶδος τῆς χρηματιστικῆς διὰ τοῦτ᾽ ἐλήλυθεν. ᾿Ἐν ὑπερβολῇ “γὰρ οὔσης τῆς ἀπολαύσεως, τὴν τῆς ἀπολαυστικῆς ὑπερβολῆς ποιητικὴν ζητοῦσιν᾽ κἂν μὴ διὰ τῆς Ῥχρηματιστι- κῆς δύνωνται πορίζειν, δὶ ἄλλης αἰτίας τοῦτο πειρῶνται, ἑκάστῃ χρώμενοι τῶν δυνάμεων οὐ κατὰ φύσιν. “Ανδρίας “γὰρ οὐ χρήματα ποιεῖν ἐστὶν ἀλλὰ θάρσος, οὐδὲ στρατηγι- 18 κῆς καὶ ἰατρικῆς, ἀλλὰ τῆς μὲν νίκην τῆς δ᾽ ὑγίειαν. Οἱ δὲ πάσας ποιοῦσι χρηματιστικάς, ὡς τοῦτο τέλος ὄν, πρὸς δὲ τὸ τέλος ἅπαντα δέον ἀπαντᾶν. Περὶ μὲν οὖν τῆς τε μὴ ἀναγκαίας χρηματιστικῆς, καὶ τίς, καὶ δι’ αἰτίαν τίνα ἐν χρείᾳ ἐσμὲν αὐτῆς, εἴρηται καὶ περὶ τῆς ἀναγκαίας, ὅτι ἑτέρα μὲν “αὐτῆς οἰκονομικὴ δὲ κατὰ φύσιν " περὶ τὴν τρο- φήν, οὐχ ὥσπερ αὐτὴ ἄπειρος, ἀλλ᾽ ἔχουσα ὅρον.

10 Δῆλον δὲ καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς, πότερον τοῦ οἷ- κονομικοῦ καὶ πολιτικοῦ ἐστὶν "χρηματιστικὴ οὔ, ἀλλὰ δεῖ τοῦτο μὲν ὑπάρχειν" ὥσπερ “γὰρ καὶ ἀνθρώπους οὐ "ποιεῖ

τῷ ὁρῶ Ο1Ὁ.50 ΤΌ, καταυτὸν 50 ΤΌ. οἰκονομίας ᾧ. 80. Τῦ. χρηματικῆς Ὁ, αὐτοῖς ΤΌ. Τὴ Β0.17Ὁ. 5 χρηματικὴ 10. δ ποιεῖν Ὁ,

1.9-ἰι. ΠΟΛΙΤΙΚΩ͂Ν Α. 17

πολιτική, ἀλλὰ λαβοῦσα παρὰ τῆς φύσεως χρῆται αὐτοῖς, οὕτω καὶ τροφὴν τὴν φύσιν δεῖ παραδοῦναι "γῆν θάλατταν ἄλλο τι ἐκ δὲ τούτων, ὡς δεῖ, ταῦτα διαθεῖναι προσήκει τὸν οἰκονόμον. Οὐ γὰρ τῆς ὑφαντικῆς ἔρια ποιῆσαι, ἀλλὰ χρήσασθαι αὐτοῖς, καὶ “γνῶναι δὲ τὸ ποῖον χρηστὸν καὶ ἐπι- τήδειον φαῦλον καὶ ἀνεπιτήδειον. Καὶ “γὰρ ἀπορήσειεν ἄν τις διὰ τί μὲν χρηματιστικὴ μόριον τῆς οἰκονομίας, δ᾽ ἰατρικὴ οὐ μόριον" καίτοι δεῖ ὑγιαίνειν τοὺς κατὰ τὴν οἱ- κίαν, ὥσπερ ζῆν ἄλλο τι τῶν ἀναγκαίων. ᾿Επεὶ δ᾽ ἔστι 3 μὲν ὡς τοῦ οἰκονόμου καὶ τοῦ ἄρχοντος καὶ περὶ ὑγιείας ἰδεῖν, ἔστι δ᾽ ὡς οὔ, "ἀλλὰ "' τοῦ ἰατροῦ, οὕτω καὶ περὶ “τῶν χρημάτων ἔστι μὲν ὡς τοῦ οἰκονόμον, ἔστι δ᾽ ὡς οὔ, ἀλλὰ γτῆς ὑπηρετικῆς" μάλιστα δέ, καθάπερ εἴρηται πρότερον, δεῖ φύσει τοῦτο ὑπάρχειν. Φύσεως “γάρ ἐστιν ἔργον τροφὴν τῷ “γεννηθέντι παρέχειν᾽ παντὶ “γὰρ ἐξ οὗ γίνεται, τροφὴ τὸ λειπόμενόν ἐστιν. Διὸ κατὰ φύσιν ἐστὶν χρηματι-4 στικὴ πᾶσιν ἀπὸ τῶν καρπῶν καὶ τῶν ζῴων. Διπλῆς δ᾽ οὔσης αὐτῆς, ὥσπερ εἴπομεν, καὶ τῆς μὲν καπηλικῆς τῆς δ᾽ οἰκονομικῆς, καὶ ταύτης μὲν ἀναγκαίας καὶ ἐπαινουμένης, τῆς δὲ μεταβλητικῆς ψεγομένης " δικαίως (οὐ “γὰρ κατὰ φύσιν ἀλλ᾽ ἀπ’ ἀλλήλων ἐστίν), εὐλογώτατα μισεῖται ὀβολοστα- στικὴ διὰ τὸ ἀπ' αὐτοῦ τοῦ νομίσματος εἶναι τὴν κτῆσιν καὶ οὐκ ἐφ᾽ ὅπερ ἐπορίσθη. Μεταβολῆς “γὰρ ἐγένετο χάριν, 5 δὲ τόκος αὐτὸ ποιεῖ πλέον. "Ὅθεν καὶ τοὔνομα τοῦτ᾽ εἴλη- φεν᾽ ὅμοια γὰρ τὰ τικτόμενα τοῖς “γεννῶσιν αὐτά ἐστιν, δὲ τόκος γίνεται νόμισμα νομίσματος" ὥστε καὶ μάλιστα παρὰ φύσιν οὗτος τῶν χρηματισμῶν ἐστίν. ᾿Επεὶ δὲ τὰ πρὸς τὴν “γνῶσιν διωρίκαμεν ἱκανῶς, τὰ πρὸφ 11

τὴν χρῆσιν δεῖ διελθεῖν. Πάντα δὲ " τὰ τοιαῦτα τὴν μὲν θεωρίαν ἐλεύθερον ἔχει, τὴν δ᾽ ἐμπειρίαν ἀναγκαίαν. “Ἔστι δὲ χρηματιστικῆς μέρη χρήσιμα τὸ περὶ τὰ κτήματα ἔμ- πειρὸν εἶναι, ποῖα λυσιτελέστατα καὶ ποῦ καὶ πῶς, οἷον

τ ἀλλα-- οὔ οτα. 50.1Ὁ. τ' τῆς ἰατρικῆς ῷ. χρηματιστικῶ, ομαΐδθο. τῶν, ᾧ. τῆν] τῆς κέρδους ᾧ. Σ δικαίας ΤΡ. 8 τὰ οπι. 80. τοι. χ. ο ᾿

18 ΠΟΛΙΤΙΚΩ͂Ν Α. Ῥοτιτ.

ἵππων κτῆσις ποία τις βοῶν προβάτων, ὁμοίως δὲ καὶ :τῶν λοιπῶν ζῴων. Δεῖ γὰρ ἔμπειρον εἶναι πρὸς ἄλληλά τε τούτων τίνα λυσιτελέστατα, καὶ ποῖα ἐν ποίοις τόποις" ἄλλα “γὰρ ἐν ἄλλαις εὐθηνεῖ χώραις. Εἶτα περὶ “γεωργίας, καὶ ϑταύτης ἤδη ψιλῆς τε καὶ πεφυτευμένης, καὶ μελιττουργίας, καὶ τῶν ἄλλων ζῴων τῶν πλωτῶν πτηνῶν, ἀφ᾽ “ὅσων ἔστι ϑτυγχάνειν βοηθείας. Τῆς μὲν οὖν οἰκειοτάτης χρηματι- στικῆς. ταῦτα μόρια καὶ πρῶτα, τῆς δὲ μεταβλητικῆς μέγι- στον μὲν ἐμπορία (καὶ ταύτης μέρη τρία, ναυκληρία φορτη- γία παράστασις" διαφέρει δὲ τούτων ἕτερα ἑτέρων τῷ τὰ ., μὲν ἀσφαλέστερα εἶναι, τὰ δὲ πλείω πορίζειν τὴν ἐπικαρτ 4πίαν), δεύτερον δὲ τοκισμός, τρίτον δὲ μισθαρνία. Ταύτης δ᾽ μὲν τῶν βαναύσων τεχνῶν, δ δὲ τῶν ἀτέχνων καὶ τῷ σώματι μόνῳ χρησίμων. Τρίτον δὲ εἶδος χρηματιστικῆς μεταξὺ ταύτης καὶ τῆς πρώτης. "Ἔχει “γὰρ καὶ τῆς κατὰ φύσιν τι μέρος καὶ τῆς μεταβλητικῆς, ὅσα ἀπὸ "γῆς καὶ τῶν ἀπὸ “γῆς "γινομένων, ἀκάρπων μὲν χρησίμων δέ, οἷον ὕλοτο- ἐμία τε καὶ πᾶσα μεταλλευτική, Αὕτη δὲ πολλὰ ἤδη περι- εἴληφε “γένη πολλὰ “γὰρ εἴδη τῶν ἐκ “γῆς μεταλλευομένων ἐστίν. Περὶ ἑκάστου δὲ τούτων καθόλου μὲν εἴρηται καὶ νῦν, τὸ δὲ κατὰ μέρος ἀκριβολογεῖσθαι χρήσιμον μὲν πρὸς ὁτὰς ἐργασίας, ᾿φορτικὸν δὲ τὸ ἐνδιατρίβειν. ΕἸ ἰσὶ δὲ τεχνι- κώταται μὲν τῶν ἐργασιῶν ὅπου ἐλάχιστον τῆς τύχης, βαναυσόταται δ᾽ ἐν αἷς τὰ σώματα λωβῶνται μάλιστα, δου- λικώταται δὲ ὅπου τοῦ σώματος "πλεῖσται χρήσεις, "ἀγεν- Ἰνέσταται δὲ ὅπου ἐλάχιστον προσδεῖ ἀρετῆς. ᾿Ἑϊπεὶ δ᾽ ἐστὶν ἐνίοις "γεγραμμένα περὶ τούτων, οἷον Χάρητι δὴ τῷ Παρίῳ καὶ ᾿Απολλοδώρῳ τῷ Λημνίῳ περὶ “γεωργίας καὶ ψιλῆς καὶ πεφντευμένης, ὁμοίως δὲ καὶ ἄλλοις περὶ ἄλλων, ταῦτα μὲν ἐκ τούτων θεωρείτω ὅτῳ ἐπιμελές" ἔτι δὲ καὶ τὰ λεγόμενα σποράδην, δι᾿ ὧν 1 ἐπιτετυχήκασιν ἔνιοι χρηματιζόμενοι, δεῖ ταύτη 80. ΤΌ, 6 ὅσον ΤΌ. οὖν οτι. Β᾽.1Ὁ. δὲ τῶν ἀτέχνων

ὁχα. ἵν, { φρωτὸν 80, 8 τῆς οτα. 10. πλεῖστα ᾧ. χρῆσιν Β0.ΤΌ. Κ ἀγενέσταται ῷ. 1. ἐπιτετυχὴ 8, ἐπιτετοχὴ ΤΌ.

1.ατ. ΠΟΛΙΤΙΚΩ͂Ν Α. 19

συλλέγειν. Πάντα γὰρ "' ὠφέλιμα ταῦτ᾽ ἐστὶ τοῖς τιμῶσι 8. τὴν χρηματιστικήν. Οἷον καὶ τὸ Θάλεω τοῦ Μιλησίον᾽ τοῦτο “γάρ ἐστι κατανόημά τὶ Ὀχρηματιστικάν, ἀλλ᾽ ἐκείνῳ μὲν διὰ τὴν σοφίαν προσάπτουσι, τυγχάνει δὲ καθόλου τι ὄν. 'Ονειδιζόντων γὰρ αὐτῷ διὰ τὴν πενίαν ὡς ἀνωφελοῦς 9 τῆς φιλοσοφίας οὔσης, κατανοήσαντά φασιν αὐτὸν ἐλαιῶν φορὰν ἐσομένην ἐκ τῆς ἀστρολογίας, ἔτι χειμῶνος ὄντος, εὐπορήσαντα χρημάτων ὀλίγων ἀρραβῶνα διαδοῦναι τῶν ἐλαιουργίων τῶν τ᾽ ἐν Μιλήτῳ καὶ Χίῳ πάντων, ὀλίγου μισθωσάμενον ἅτ᾽ οὐθενὸς ἐπιβάλλοντος" ἐπειδὴ δ᾽ καιρὸς ἧκε, πολλῶν ζητουμένων ἅμα καὶ ἐξαίφνης, 4 ἐκμισθοῦντα ὃν τρόπον ἠβούλετο, πολλὰ χρήματα συλλέξαντα ἐπιδεῖξαι ὅτι ῥᾷδιόν ἐστι πλουτεῖν τοῖς φιχοσόφοις, ἂν βούλωνται, ἀλλ᾽ οὐ τοῦτ᾽ ἐστὶ περὶ σπουδάζουσιν. Θαλῆς μὲν οὖν τὸ λέγεται τοῦτον τὸν τρόπον ἐπίδειξιν ποιήσασθαι τῆς ᾿σο- φίας ἔστι δ᾽, ὥσπερ εἴπομεν, καθόλου τὸ ποιοῦτον χρημα- τιστικόν, ἐάν τις δύνηται μονοπωλίαν. αὑτῷ κατασκευάζειν, Διὸ καὶ τῶν πόλεων ἔνιαι τοῦτον ποιοῦνται τὸν πόρον, ὅταν ἀπορῶσι χρημάτων' μονοπωλίαν "γὰρ τῶν ὠνίων ποιοῦσιν. Ἕν Σικελίᾳ δέ τις τεθέντος παρ᾽ αὐτῷ νομίσματος συνε-τι πρίατο- πάντα τὸν σίδηρον ἐκ τῶν διδηρείων, μετὰ δὲ ταῦτα εὡς ἀφίκοντο ἐκ τῶν ἐμπορίων οἱ ἔμποροι, ἐπώλει μόνος, οὐ πολλὴν ποιήσας ὑπερβολὴν τῆς τιμῆς" ἀλλ᾽ ὅμως ἐπὶ τοῖς πεντήκοντα ταλάντοις ἐπέλαβεν ἑκατόν. " Τοῦτο μὲν οὖν τ: Διονύσιος αἰσθόμενος τὰ μὲν χρήματα ἐκέλευσεν ἐκκομίσα- σθαι, μὴ μέντοι ἔτι μένειν ἐν Συρακούσαις, ὡς πόρους εἰρίσκοντα τοῖς αὐτοῦ πράγμασιν ἀσυμφόρους. 'Τὸ μέντοι ὅραμα Θάλεω καὶ τοῦτο ταὐτόν ἐστιν ἀμφότεροι “γὰρ ἑαυ- τοῖς ἐτέχνασαν “γενέσθαι μονοπωλίαν. Χρήσιμον δὲ “γνω- 13 ρίζειν ταῦτα καὶ τοῖς πολστικοῖς᾽ σπολλαῖς γὰρ πόλεσι δεῖ χρηματισμοῦ καὶ τοιούτων πόρων, ὥσπερ οἰκίᾳ, μᾶλλον δέ.

πὶ ὠφέλιμος . χρηματικόν Ὁ. ἐλαιουργιῶν ρἱετίᾳιθ. Ρ χείφ 9. 4 ἐκμισθοῦνται ΤΌ. τ συλλέξαντες 50. ΤΌ. 5 τοῦτον ΟἿντυ,

ο:

20 ΠΟΛΙΤΙΚΩΝ Α. Ῥοχτ.

Διόπερ τινὲς καὶ πολιτεύονται τῶν πολιτευομένων ταῦτα μόνον.

12 Ἐπεὶ δὲ τρία " μέρη τῆς οἰκονομικῆς ἣν, ἐν- μὲν δεσποτική, Υ περὶ ἧς εἴρηται πρότερον, ὃν δὲ πατρική, τρίτον δὲ “γαμική" καὶ “γὰρ “γυναικὸς ἄρχειν καὶ τέκνων, ὡς ἐλευθέρων μὲν ἀμ- φοῖν, οὐ τὸν αὐτὸν δὲ τρόπον τῆς ἀρχῆς, ἀλλὰ “γυναικὸς μὲν - πολιτικῶς, τέκνων δὲ βασιλικῶς" τό τε "γὰρ ἄρρεν φύσει τοῦ θήλεος ἡγεμονικώτερον, εἰ μή που συνέστηκε παρὰ φύ- σιν, καὶ τὸ πρεσβύτερον καὶ τέλειον τοῦ νεωτέρου καὶ ἀτε-

«λοῦς. ᾿Εν μὲν οὖν ταῖς πολιτικαῖς ἀρχαῖς ταῖς πλείσταις μεταβάλλει τὸ ἄρχον καὶ τὸ ἀρχόμενον: ἐξ ἴσου “γὰρ εἶναι βούλεται τὴν φύσιν καὶ διαφέρειν μηθέν. "Ὅμως δέ, ὅταν τὸ μὲν ἄρχῃ τὸ δ᾽ ἄρχηται, ζητεῖ διαφορὰν εἶναι καὶ σχή- μασι καὶ λόγοις καὶ τιμαῖς, ὥσπερ καὶ “Αμασις εἶπε τὸν

3 περὶ τοῦ ποδανιπτῆρος λόγον. Τὸ δ᾽ ἄρρεν ἀεὶ πρὸς τὸ θῆλυ τοῦτον ἔχει τὸν τρόπον. ᾿Η δὲ τῶν " τέκνων ἀρχὴ βασιλική" τὸ “γὰρ “γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς. Διὸ καλῶς "Ὅμηρος τὸν Δία προσηγόρευσεν εἰπὼν

᾿ πατὴρ ἀνδρῶν τε θεῶν τε,